Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.383 Joseph. AJ 16.388 (English) >>Joseph. AJ 16.394

16.386καὶ μᾶλλον ὀνειδίζεσθαι δοκῶν πρὸς τὸ συμφέρον ἀκούειν τῶν λόγων, ἐπειδὴ καὶ τοὺς διακειμένους στρατιώτας καὶ τοὺς ἀγανακτοῦντας ἡγεμόνας ἐπύθετο, προστάττει τῷ τε ὀνόματι δηλωθέντων ἁπάντων καὶ τὸν Τίρωνα δήσαντας ἔχειν ἐν φυλακῇ. 16.387

Τούτου γενηθέντος ἐπιτίθεται τῷ καιρῷ καὶ Τρύφων τις κουρεὺς τοῦ βασιλέως, ὃς ἔφη προσελθὼν ὡς πείθοι πολλάκις αὐτὸν Τίρων, ὁπόταν θεραπεύῃ βασιλέως ξυρῷ τὸν λαιμὸν ἀποτέμνειν· ἔσεσθαι γὰρ ἐν πρώτοις περὶ Ἀλέξανδρον καὶ μεγάλας λήψεσθαι δωρεάς. 16.388ταῦτʼ εἰπόντα συλλαμβάνειν κελεύει, καὶ μετὰ ταῦτα βάσανος ἦν τοῦ τε Τίρωνος καὶ τοῦ παιδὸς αὐτοῦ καὶ τοῦ κουρέως. 16.389διακαρτεροῦντός τε τοῦ Τίρωνος ὁρῶν νεανίσκος τὸν πατέρα χαλεπῶς μὲν ἤδη διακείμενον, ἔχοντα δὲ οὐδεμίαν ἐλπίδα σωτηρίας αὑτῷ τε τὸ μέλλον ἐκ τῆς περὶ τὸν πάσχοντα δυσχερείας προῦπτον, ἔφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ παραιτήσεται διὰ τοῦ φράσαι τῆς βασάνου καὶ τῆς αἰκίας αὐτόν τε καὶ τὸν πατέρα. 16.390δόντος δὲ πίστιν ἐπὶ τούτοις ἔλεγεν ὡς εἴη τις συνθήκη ἐπιθέσθαι διʼ αὐτοχειρίας βασιλεῖ τὸν Τίρωνα, προσελθεῖν γὰρ εὔπορον εἶναι μόνον μόνῳ καὶ δράσαντα παθεῖν τι τῶν εἰκότων οὐκ ἀγεννὲς Ἀλεξάνδρῳ χαριζόμενον. 16.391ταῦτα μὲν οὖν ἐκεῖνος εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης, ἄδηλον εἴτε τὴν ἀλήθειαν ἐκβιασθεὶς φράζειν, εἴτε κἂν παραγραφὴν νοήσας τινὰ ταύτην τῶν κακῶν αὐτῷ καὶ τῷ γεγεννηκότι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.383 Joseph. AJ 16.388 (English) >>Joseph. AJ 16.394

Powered by PhiloLogic